Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.238 Joseph. AJ 5.243 (English) >>Joseph. AJ 5.248

5.241ἐπιδημήσαντος δὲ πρὸς αὐτοὺς τῶν ἀρχόντων τινὸς Γυάλου σὺν ὁπλίταις καὶ συγγενέσι τοῖς αὐτοῦ φυλακὴν οἱ Σικιμῖται δέονται παρασχεῖν αὐτοῖς, ἕως ἂν τρυγήσωσι. προσδεξαμένου δʼ ἐκείνου τὴν ἀξίωσιν προῄεσαν καὶ Γυάλης σὺν αὐτοῖς τὸ οἰκεῖον ἄγων ὁπλιτικόν. 5.242 τε οὖν καρπὸς μετὰ ἀσφαλείας συνάγεται καὶ δειπνοῦντες κατὰ συμμορίαν φανερῶς ἀπετόλμων ἤδη βλασφημεῖν τὸν Ἀβιμέλεχον, οἵ τε ἄρχοντες ἐνέδραις καταλαμβανόμενοι τὰ περὶ τὴν πόλιν πολλοὺς τῶν Ἀβιμελέχου συλλαμβάνοντες ἀνῄρουν. 5.243

Ζάβουλος δέ τις τῶν Σικιμιτῶν ἄρχων ξένος ὢν Ἀβιμελέχου ὅσα παροξύνειεν Γυάλης τὸν δῆμον πέμπων ἀγγέλους ἐμήνυεν αὐτῷ καὶ παρῄνει λοχᾶν πρὸ τῆς πόλεως· πείσειν γὰρ Γυάλην ἐξελθεῖν ἐπʼ αὐτόν, καὶ τὸ λοιπὸν ἐπʼ ἐκείνῳ τυγχάνειν ὥστε ἀμύνασθαι· γενομένου γὰρ τούτου διαλλαγὰς αὐτῷ μνηστεύσεσθαι πρὸς τὸν δῆμον. 5.244 τε οὖν Ἀβιμέλεχος ἐκάθισεν ἐνεδρεύων καὶ Γυάλης ἀφυλακτοτέρως διέτριβεν ἐπὶ τοῦ προαστείου καὶ Ζάβουλος σὺν αὐτῷ. ἰδὼν δὲ ὁπλίτας ἐπιφερομένους Γυάλης πρὸς Ζάβουλον ἔλεγεν ἄνδρας αὐτοῖς ἐπιέναι καθωπλισμένους. 5.245τοῦ δὲ σκιὰς εἶναι φαμένου τῶν πετρῶν, πλησίον ἤδη γινομένων τὸ ἀκριβὲς κατανοῶν οὐ σκιὰς ἔλεγε ταῦτʼ εἶναι, λόχον δʼ ἀνδρῶν. καὶ Ζάβουλος, “οὐ σὺ μέντοι, φησίν, Ἀβιμελέχῳ κακίαν ἐπεκάλεις; τί οὖν οὐκ ἐπιδεικνύεις τὸ τῆς ἀρετῆς μέγεθος εἰς μάχην αὐτῷ συμβαλών”;



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.238 Joseph. AJ 5.243 (English) >>Joseph. AJ 5.248

Powered by PhiloLogic